Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.252 Joseph. BJ 7.258 (English) >>Joseph. BJ 7.265

7.255οὐδὲν γὰρ ἀλλοφύλων αὐτοὺς ἔφασκον διαφέρειν οὕτως ἀγεννῶς τὴν περιμάχητον Ἰουδαίοις ἐλευθερίαν προεμένους καὶ δουλείαν αἱρεῖσθαι τὴν ὑπὸ Ῥωμαίοις ἀνωμολογηκότας. 7.256ἦν δʼ ἄρα τοῦτο πρόφασις εἰς παρακάλυμμα τῆς ὠμότητος καὶ τῆς πλεονεξίας ὑπʼ αὐτῶν λεγόμενον· σαφὲς δὲ διὰ τῶν ἔργων ἐποίησαν. 7.257οἱ μὲν γὰρ αὐτοῖς τῆς ἀποστάσεως ἐκοινώνησαν καὶ τοῦ πρὸς Ῥωμαίους συνήραντο πολέμου καὶ παρʼ ἐκείνων δὲ τολμήματα χείρω πρὸς αὐτοὺς ἐγένετο, 7.258κἀπὶ τῷ ψεύδεσθαι πάλιν τὴν πρόφασιν ἐξελεγχόμενοι μᾶλλον ἐκάκουν τοὺς τὴν πονηρίαν αὐτῶν διὰ τῆς δικαιολογίας ὀνειδίζοντας. 7.259ἐγένετο γάρ πως χρόνος

-- --

ἐκεῖνος παντοδαπῆς ἐν τοῖς Ἰουδαίοις πονηρίας πολύφορος, ὡς μηδὲν κακίας ἔργον ἄπρακτον καταλιπεῖν, μηδʼ εἴ τι ἐπίνοια διαπλάττειν ἐθελήσειεν, ἔχειν ἄν τι καινότερον ἐξευρεῖν. 7.260οὕτως ἰδίᾳ τε καὶ κοινῇ πάντες ἐνόσησαν, καὶ προσυπερβάλλειν ἀλλήλους ἔν τε ταῖς πρὸς θεὸν ἀσεβείαις καὶ ταῖς εἰς τοὺς πλησίον ἀδικίαις ἐφιλονείκησαν, οἱ μὲν δυνατοὶ τὰ πλήθη κακοῦντες, οἱ πολλοὶ δὲ τοὺς δυνατοὺς ἀπολλύναι σπεύδοντες· 7.261ἦν γὰρ ἐκείνοις μὲν ἐπιθυμία τοῦ τυραννεῖν, τοῖς δὲ τοῦ βιάζεσθαι καὶ τὰ τῶν εὐπόρων διαρπάζειν. 7.262πρῶτον οὖν οἱ σικάριοι τῆς παρανομίας καὶ τῆς πρὸς τοὺς συγγενεῖς ἤρξαντο ὠμότητος, μήτε λόγον ἄρρητον εἰς ὕβριν μήτʼ ἔργον ἀπείρατον εἰς ὄλεθρον τῶν ἐπιβουλευθέντων παραλιπόντες.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.252 Joseph. BJ 7.258 (English) >>Joseph. BJ 7.265

Powered by PhiloLogic